Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.609 Joseph. BJ 4.616 (English) >>Joseph. BJ 4.623

4.614περὶ ταύτην τὴν νῆσον καταβέβληται

-- --

χειροποίητα τείχη μέγιστα, προσαρασσόμενον δὲ τούτοις τὸ πέλαγος καὶ τοῖς ἄντικρυς ἕρκεσιν ἀμφαγνυμένον ἐκτραχύνει τὸν πόρον καὶ σφαλερὰν διὰ στενοῦ τὴν εἴσοδον ἀπεργάζεται. 4.615 μέντοι γε λιμὴν ἀσφαλέστατος ἔνδον καὶ τριάκοντα σταδίων τὸ μέγεθος, εἰς ὃν τά τε λείποντα τῇ χώρᾳ πρὸς εὐδαιμονίαν κατάγεται καὶ τὰ περισσεύοντα τῶν ἐπιχωρίων ἀγαθῶν εἰς πᾶσαν χωρίζεται τὴν οἰκουμένην. 4.616

Ἐφίετο μὲν οὖν εἰκότως τῶν ταύτῃ πραγμάτων Οὐεσπασιανὸς εἰς βεβαίωσιν τῆς ὅλης ἡγεμονίας, ἐπιστέλλει δʼ εὐθὺς τῷ διέποντι τὴν Αἴγυπτον καὶ τὴν Ἀλεξάνδρειαν Τιβερίῳ Ἀλεξάνδρῳ, δηλῶν τὸ τῆς στρατιᾶς πρόθυμον, καὶ ὡς αὐτὸς ὑποδὺς ἀναγκαίως τὸ βάρος τῆς ἡγεμονίας συνεργὸν αὐτὸν καὶ βοηθὸν προσλαμβάνοι. 4.617παραναγνοὺς δὲ τὴν ἐπιστολὴν Ἀλέξανδρος προθύμως τά τε τάγματα καὶ τὸ πλῆθος εἰς αὐτὸν ὥρκωσεν. ἑκάτεροι δὲ ἀσμένως ὑπήκουσαν τὴν ἀρετὴν τἀνδρὸς ἐκ τῆς ἐγγὺς στρατηγίας εἰδότες. 4.618καὶ μὲν πεπιστευμένος ἤδη τὰ περὶ τὴν ἀρχὴν προπαρεσκεύαζεν αὐτῷ καὶ τὰ πρὸς τὴν ἄφιξιν, τάχιον δʼ ἐπινοίας διήγγελλον αἱ φῆμαι τὸν ἐπὶ τῆς ἀνατολῆς αὐτοκράτορα, καὶ πᾶσα μὲν πόλις ἑώρταζεν εὐαγγέλια δὲ καὶ θυσίας ὑπὲρ αὐτοῦ ἐπετέλει. 4.619τὰ δὲ κατὰ Μυσίαν καὶ Παννονίαν τάγματα, μικρῷ πρόσθεν κεκινημένα πρὸς τὴν Οὐιτελλίου τόλμαν, μείζονι χαρᾷ Οὐεσπασιανῷ τὴν ἡγεμονίαν ὤμνυον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.609 Joseph. BJ 4.616 (English) >>Joseph. BJ 4.623

Powered by PhiloLogic